Ancient Greek · ~2 min
2.51 to 2.52
Galen, In Hippocratis De articulis 2.51-52
Not analysed yet
Ἢν δὲ μὴ πέρην καίηται, τάμνειν χρὴ τὸ μετέωρον μὴ πάνυ σμικρὴν τομήν. Ἕνεκα τοῦ μηδὲν ἐμμεῖται τοῦ πύου καὶ βλάπτειν τὸν χόνδρον ἀξιόλογον κελεύει ποιεῖσθαι τὴν τομήν. Διὰ παχυτέρου μὴν καὶ τὸ πῦον εὑρίσκεται ἢ ὡς ἄν τις δοκέοι. Κατὰ τὴν διάγνωσιν τοῦ περιεχομένου γίγνεται πύου τις ἀπάτη τοῖς ἀνατεινομένοις, ὡς δοκέειν ἤδη πολύ τε εἶναι αὐτὸ καὶ λεπτῦναι τὸ δέρμα. κατὰ δὲ τίνα τρόπον εἰς τὴν τοιαύτην ἀπάτην ἀφικνοῦνται διὰ τῶν ἑξῆς αὐτὸς ὁ Ἱπποκράτης δηλώσει.