Ancient Greek · ~2 min
Book 2
Galen, In Hippocratis De articulis 2.7
Not analysed yet
Διότι μὲν οὖν ἐν σπασμοῖσι καὶ τετάνοισι τοῦτο πρῶτον τὸ ἄρθρον ἐπισημαίνει συντεταμένον, διότι πληγαὶ καίριοι καὶ καροῦσαι αἱ κροταφίτιδες γίνονται, ἐν ἄλλῳ λόγῳ εἰρήσεται. Δι’ ὀλίγων ῥημάτων εἰπεῖν δυνάμενος, ἐπειδὴ πλησίον ἐστὶ τῆς ἀρχῆς τῶν νεύρων τὰ κατὰ τοῦτο τὸ ἄρθρον εἴς γε σπασμοὺς αὐτὸ τοῦτο πρῶτον ἄρθρον ἄρχεται καὶ τὰς πληγὰς καρώδεις ἴσχει, οὐκ οἶδ’ ὅπως ἀνεβάλλετο. τάχ’ οὖν ἐβούλετο σὺν ἀποδείξει τὸν λόγον ποιήσασθαι τῶν εἰς ταὐτοὺς ἐκφυομένους ἐξ ἐγκεφάλου νεύρων μνημονεύσας, ὅπερ οὐκ οὖν ἀναγκαῖον ἐν τῇ προκειμένῃ διδασκαλίᾳ γίγνεσθαι. καὶ διὰ τοῦτ’ ἀνεβάλλετο τὸν τέλειον λόγον ἑκατέρωθεν γράψαι.