Ancient Greek · ~2 min
Book 3
Galen, In Hippocratis De articulis 3.17
Not analysed yet
Προσξυμβάλλεται δὲ ἐνίοισι σὺν τῇ νούσῳ καὶ τὰ σχήματα, ἐφ’ ὁποῖα ἂν ἐθισθέωσι κεκλίσθαι. Τὸ μέντοι τῷ συῤῥεῖν μᾶλλον ὡς ἐπὶ τὸ ταπεινότερον, τὸ δέ τι καὶ τῷ θλίβεσθαι μᾶλλον, ἐφ’ ᾦ κατάκειταί τις, εἰς τὴν τοῦ κυφώματος γένεσιν ἡ συντέλεια γίνεται. πρώτη δ’ αἰτία καὶ κυριωτάτη τῶν φυμάτων καὶ τῶν ἄλλων νοσημάτων ἡ φυσικὴ τοῦ μέρους εὐπάθεια. δέδεικται γὰρ εἰς τὰ τοιαῦτα μόρια συῤῥεῖν τὰ περιττά.