# In Hippocratis De articulis 3.21

Galen, In Hippocratis De articulis, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-de-articulis/3.21

Ὅσοισι μὲν οὖν ἐγγὺς τοῦ αὐχένος ἡ κύφωσις γένηται, ἧσσον εἰκὸς ὠφελέειν κατατάσιας ταύτας τὰς ἐπὶ κεφαλήν· μικρὸν γὰρ τὸ βάρος ἡ κεφαλὴ καὶ τὰ ἀκρώμια τὰ καταῤῥέποντα. ἀλλὰ τούς γε τοιούτους εἰκὸς ἐπὶ τοὺς πόδας κατασεισθέντας μᾶλλον ἐξιθυνθῆναι. μείζων γὰρ οὕτως καταῤῥοπίη ἐπὶ τὰ τοιαῦτα. ὅσοισι δὲ κατωτέρω τὸ ὕβωμα, τούτοισιν εἰκὸς μᾶλλον ἐπὶ κεφαλὴν κατασείεσθαι. εἰ οὖν τις ἐθέλει κατασείειν, ὀρθῶς ἂν ὧδε σκευάζοι. τὴν κλίμακα χρὴ σκυτίνοισιν ἐν ὑποκεφαλαίοισι πλαγίοισιν ἢ ἐρινεοῖσι καταστρῶσαι εὖ προσδεδεμένοισιν ὀλίγῳ πλέον καὶ ἐπὶ μῆκος καὶ ἔνθεν καὶ ἔνθεν ἢ ὅσον ἂν τὸ σῶμα τοῦ ἀνθρώπου κατάσχοι. Ἐπειδὴ πάσχει ἡ ῥάχις, ἤτοι πλησίον τῆς ἄνωθεν ἀρχῆς ἢ τῇ κάτω τελευτῇ ἢ κατά τι τῶν μεταξὺ περὶ πρώτης λόγον ποιεῖται βλάβης τῆς ἐγγὺς τοῦ τραχήλου γιγνομένης. ἐπὶ ταύτης οὖν εἴ τις ἐπὶ κλίμακος τὸν πεπονθότα κρεμάσειεν ἐκ τῶν ποδῶν, ὡς εἰώθεισαν ἔνιοι τῶν κατ’ αὐτὸν ἰατρῶν ποιεῖν, οὐκ ἂν εἰς τὸ κάτω γένοιτο τάσις ἀξιόλογος, ὡς ἂν μικροῦ βάρους ὄντος τοῦ κατὰ τὸν αὐχένα καὶ τὴν κεφαλήν. εἰ δὲ κάτω τὸ πάθος εἴη, πλησίον τοῦ ἱεροῦ ὀστοῦ, μάλιστα ἐλπίσειέ τις ἀνύσαι τὴν κατάτασιν, ἐξ οὗ γραφή τις ἅν πως κάλλιστα.

---

Galen, In Hippocratis De articulis, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg095.local001/.
