# In Hippocratis De articulis 3.27

Galen, In Hippocratis De articulis, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-de-articulis/3.27

Ὅκως δὲ μὴ κωλύωσιν οὗτοι οἱ δεσμοὶ τὴν κατάσεισιν σκοπέειν τάδε. σκέλεα πρὸς μὲν τὴν κλίμακα μὴ προσδεδέσθω, πρὸς ἄλληλα δὲ ὡς κατὰ τὴν ῥάχιν ἰθύῤῥοπα ἔῃ, ταῦτα μέντοι τοιουτοτρόπως ποιητέα, εἰ πάντως δέοι ἐν κλίμακι κατασεισθῆναι. αἰσχρὸν μέντοι καὶ ἐν πάσῃ τέχνῃ καὶ οὐχ ἤκιστα ἐν ἰητρικῇ πολὺν ὄχλον καὶ πολλὴν ὄψιν καὶ πολὺν λόγον παρασχόντα, ἔπειτα μηδὲν ὠφελῆσαι. Ἐὰν μὲν μηδ’ ὅλως ὁ κατασειόμενος ἑρμασθῇ τὸ σῶμα, πρὸς τὴν κλίμακα δεθεὶς μόνον ἐκ τῶν ἄνω μερῶν ἐκκυλισθήσεται ῥᾳδίως εἰς τὰ πλάγια μέρη, καταδεθεὶς δὲ αὖ πάλιν ἰσχυρῶς, ὡς ἀκίνητος εἶναι πρὸς τῆς κατασείσεως οὐδὲν ὀνήσεται. χρῆται γὰρ ἀμφοτέρων στοχαζόμενος, οὕτω δεσμεῖν αὐτὸν, ὡς μήτε ἀκίνητον εἶναι κατασειόμενον ὑπὸ τῆς τῶν δεσμῶν ἀσφαλείας σφιγγόμενον, ἀλλὰ μήτε χαλαρὸν οὕτως ἐπικεῖσθαι, ὡς κυλισθήσεσθαι εἰς τὰ πλάγια. κατεγνωκὼς δὲ τῆς τοιαύτης ἀντιτάσεως ὁ Ἱπποκράτης ὅμως ἔγραψεν, ὡς ἂν κάλλιστα σκευάσειεν αὐτὴν, ἐπειδὴ τοὺς χρωμένους ἑώρα, μηδ’ ὅλως κάλλιστα ποιεῖν τὸ ἔργον ἐπισταμένους, ἀλλὰ καὶ ὡς εἶπεν, οὐδὲν γάρ μοι ἄμεμπτον, εἴ τις καλῶς σκευάσας κατασείσειε κἂν ἑξῆς συνθεῖναι ἔνια.

---

Galen, In Hippocratis De articulis, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg095.local001/.
