Ancient Greek · ~1 min
Book 3
Galen, In Hippocratis De articulis 3.42
Not analysed yet
Ἀπὸ δὲ τούτου ἄχρι φρενῶν προσαρτήσιος ἰθυλόρδη. Οὐδὲν ἐνταῦθα τοιοῦτον περιέχεταί τι κατὰ τῆς ῥάχεως, οἷον ἐν τοῖς κατὰ μήτραν ἢ ἐν κύστει, ὅθεν οὐδὲ σιμωθῆναι τὸ ἔνδον ἔχρηζε καὶ διὰ τοῦτο οὐδὲ κυφωθῆναι τὸ ἔξω, ἀλλὰ καὶ βραχὺ ῥέπειν ἐώρα κατὰ τοῦθ’ ἡ ῥάχις. ἐπὶ δὲ τὴν ἀρτηρίαν ἔδει τὴν μεγάλην καὶ τὴν φλέβα ἣ κατ’ αὐτῆς ἐστηρίχθαι.