Ancient Greek · ~4 min
Book 3
Galen, In Hippocratis De articulis 3.59
Not analysed yet
Οἱ γὰρ ὀχετοὶ οἱ κατὰ τὸ λαπαρὸν τῆς πλευρῆς ἑκάστης παρατεταμένοι καὶ οἱ τόνοι ἀπὸ τῶν ἐπικαιροτάτων τῶν ἐν τῷ σώματι τὰς ἀφορμὰς ἔχουσι. πολλοὶ γοῦν ἤδη βηχώδιες καὶ φυματίαι καὶ ἔμπυοι ἐγένοντο καὶ ἔμμοτοι καὶ ἡ πλευρὴ ἐπεσφακέλισεν αὐτοῖσιν, ἀτὰρ καὶ οἷσι μηδὲν τοιοῦτον προσεγένετο ἀμφιθλασθείσης τῆς σαρκὸς ἀμφὶ τῇσι πλευρῇσιν. ὅμως δὲ βραδύτερον ὀδυνώμενοι παύονται οὗτοι ἢ οἷσιν ἂν πλευρὴ καταγῇ καὶ ὑποστροφὰς μᾶλλον ἴσχει ὀδυνημάτων τὸ χωρίον ἐν τοῖσι τοιούτοισι τρώμασι. μάλα μὲν οὖν μετεξέτεροι καταμελέουσι τῶν τοιούτων σινέων μᾶλλον ἢν πλευρὴ κατεάγῃ αὐτοῖσιν. Ὀχετοὺς μὲν εἷπε τὰς ἀρτηρίας δηλονότι καὶ τὰς φλέβας, λαπαρὰν δὲ τῆς πλευρᾶς ἑκάστης τὸ μεταξὺ τῶν ὀστῶν καθ’ ἃ καὶ οἱ μεσοπλεύριοι μῦς εἰσι, τόνους δὲ δηλονότι τὰ νεῦρα. πεφυκέναι δέ φησιν ἀπὸ τῶν ἐπικαιροτάτων πάντα ταῦτα· διότι μὲν τῶν φλεβῶν τούτων ἡ ἀρχὴ πλησίον ἐστὶ τῆς καρδίας, ὥσπερ καὶ τῶν ἀρτηριῶν. τῶν δὲ νεύρων ἀπὸ τῶν κατὰ τὸν θώρακα νωτιαίων κοινωνίας τινὸς οὕσης αὐτοῖς καὶ πρὸς ἄλλην συζυγίαν νεύρων ἐξ ἐγκεφάλου καθηκόντων. τὰ δ’ ἐφεξῆς ὑπ’ αὐτοῦ γεγραμμένα δῆλα τοῖς μεμνημένοις ἁπάντων τῶν ἐν τοῖς ἔμπροσθεν εἰρημένων ὑπομνήμασιν.