Ancient Greek · ~3 min
Book 3
Galen, In Hippocratis De articulis 3.63
Not analysed yet
Τὴν δὲ ἐπίδεσιν ποιέεσθαι ὡς ἀπὸ δύο ἀρχέων ἐπιδέειν τε, ἵνα μὴ περιῤῥεπὲς τὸ δέρμα τὸ περὶ τὰς πλευρέας ἔῃ, ἀλλ’ ἰσόῤῥοπον. ἐπιδέειν δὲ ἢ καθ’ ἑκάστην ἡμέρην ἢ παρ’ ἑτέρην. ἄμεινον δὲ καὶ τὴν κοιλίην μαλθάξαι κούφῳ τινὶ, ὅσον κενώσιος εἵνεκεν τοῦ σίτου, καὶ ἐπὶ μὲν δέκα ἡμέρας ἰσχναίνειν, ἔπειτα ἀναθρέψαι τὸ σῶμα καὶ ἁπαλῦναι. Χαλαρὸν ἐπὶ τῶν πλευρῶν ἐστι τοῖς πλείστοις τὸ δέρμα καὶ μάλιστ’ ἂν παχεῖς τύχωσιν ὄντες ἢ κατ’ αὐτὸν ὃν ἐπλήγησαν καιρόν· καί φησι τούτους οὖν [φημὶ ἐγὼ] δεῖσθαι μάλιστα τῶν ἄλλων ἀπὸ δυοῖν ἀρχῶν ἐπιδεῖσθαι. περιτρέπεται γὰρ αὐτῶν τὸ δέρμα κατὰ τὴν ἐκ μιᾶς ἀρχῆς ἐπίδεσιν, ἐκ περιουσίας δὲ καὶ τοὺς παχεῖς ἐπιδέων οὐδὲν βλάψεις καὶ μάλισθ’ ὅταν ᾖ θλάσμα πλησίον τῆς μασχάλης, ἐν ταύτῃ γὰρ ἀεὶ χαλαρόν ἐστι.