Ancient Greek · ~3 min
Book 3
Galen, In Hippocratis De articulis 3.76
Not analysed yet
Κοιλαινόμενοι δὲ κατὰ τὸν κενεῶνα καὶ κατὰ τὰ ἄρθρα μικροὶ φαίνονται καὶ τῷ ξύλῳ ἀναγκάζονται ἀντερείδεσθαι πλάγιοι κατὰ τὸ ὑγιὲς σκέλος, δέονται γὰρ ἀντικοντώσιος ταύτῃ. ἐπὶ τοῦτο γὰρ οἱ γλουτοὶ ῥέπουσι καὶ τὸ ἄχθος τοῦ σώματος ὀχέεται ἐπὶ τοῦτο. Ἐπειδὴ τὸ πεπονθὸς σκέλος ἀδυνατεῖ βαστάζειν τὸ ὑπερκείμενον ἑαυτοῦ μέρος τοῦ σώματος, διὰ τοῦτο καὶ τὸ σκέλος μὲν ὅλον τὸ ὑγιὲς ὑπερείδουσιν ἐσωτάτω καὶ αὐτοὶ δὲ ῥέπουσιν ἐπ’ αὐτῷ παντὶ τῷ σώματι. συμβαίνει γὰρ αὐτοὺς ἑτεροκλινεῖς γινομένους περιτραπῆναι κινδυνεύειν ἐπὶ τἀναντία τοῦ πεπονθότος. ὥσπερ οὖν ὁπότ’ ἐπ’ ἐκείνου στηριζόμενον μεταφέρειν εἰς τὸ πρόσω τὸ ὑγιὲς, ἐστήριζον τοῦ πεπονθότος τῇ χειρὶ κινδυνεύοντος ἐπ’ αὐτῷ περιτραπῆναι δεινῶς τὸ ὑγιὲς σκέλος ἐπὶ τὴν γῆν καὶ διὰ τῆς ἐκείνων ἀφικνοῦνται βοηθείας.