Ancient Greek · ~3 min
3.84 to 3.85
Galen, In Hippocratis De articulis 3.84-85
Not analysed yet
Καὶ τοσούτῳ ῥηίους εἰσὶν, ἔσω ἂν αὐτοῖσιν ἔλασσον τὸ σκέλος τὸ σιναρὸν ἔῃ. Ῥηίους εἴρηκε τοὺς ἑτοιμότερον βαδίζοντας, ὅπερ αὐτοῖς συμβαίνει βραχέος ὄντος τῷ μήκει τοῦ σιναροῦ σκέλους. οὐ γὰρ δέονται μεταφέρειν ἑλίσσοντες αὐτὸ, καθάπερ οἷς τελείοις οὖσιν ἔξαρθρον ἔμελλε, μακρότερον ἐπὶ τούτῳ διὰ τὴν ἔκπτωσιν γενόμενον εἰς ἀνάγκην αὐτοὺς ἄγειν τῆς ὑπ’ αὐτοῦ λεγομένης ὄπισθεν ὁδοιπορίας περιφοράδην γινομένης. Τὸ δὲ ὑγιὲς ἰσχύῃ αὐτέοισιν οὐδὲν ἧσσον ἢ εἰ καὶ ἀμφότερα ὑγιέα ἦν. Εἰκότως τοῦτ’ εἶπε· χρῶνται γὰρ εἰκότως τῷ ὑγιεῖ παραπλησίως ἢ εἰ καὶ ἀμφότερα ὑγιεινὰ ἦν. ἅτε οὖν τὴν αὐτὴν ἔχοντες αὐτῷ χρῆσιν, ἣν καὶ κατὰ φύσιν ἀμφοῖν διακειμένων εἶχον, ὁμοίως εὐτροφοῦντι καὶ ῥωμαλέῳ χρῶνται.