Ancient Greek
4.17 to 4.18
Galen, In Hippocratis De articulis 4.17-18
Not analysed yet
Καὶ οὐκ ἄν μοι δοκέῃ οὔτ’ ἐλλέβορος ὠφελήσειν αὐθήμερόν τε δοθεὶς καὶ αὖθις πινόμενος, ἄγχιστα δὲ εἴπερ τι τοιοῦτον, οὐ μέντοι οὐδὲ τοῦτο δοκέω· ἢν δὲ μὴ ἐμβληθῇ, μηδὲ ἀπ’ ἀρχῆς, μηδὲ εἰσπειρηθῇ ἐμβάλλειν, περιγίνονται οἱ πλεῖστοι αὐτῶν. Περὶ τῆς τοῦ ἑλλεβόρου χρήσεως ἐπὶ τῶν τοιούτων παθῶν εἴρηταί μοι διὰ τῶν εἰς τὸ περὶ ἀγμῶν ὑπομνημάτων. Χρὴ δὲ ἡρμόσθαι μὲν τὴν κνήμην καὶ τὸν πόδα οὕτως, ὡς αὐτὸς ἐθέλει. Ἡρμόσθαι μὲν τὴν κνήμην καὶ τὸν πόδα τὸ ἀσφαλῶς ἐστιν ἐστηρίχθαι. τούτου δὲ στοχαζόμενόν σε κελεύει τὸ ἀνωδυνώτατον αἱρεῖσθαι σχῆμα τῷ κάμνοντι· τὸ γὰρ, ὡς αὐτὸς ἐθέλει ὁ κάμνων, τοῦτον ἔχει τὸν σκοπόν.