Ancient Greek · ~1 min
Book 4
Galen, In Hippocratis De articulis 4.8
Not analysed yet
Ἴχνος δέ τι ποιέεσθαι ἢ δέρματος μὴ ἄγαν σκληροῦ μολυβδίνου. Καὶ τοῦθ’ ἕνεκα τοῦ μονίμου τῆς ἐπιδέσεως ἐπιτεχνᾶται. διὰ τοῦτο δ’ οὖν καὶ προσκαταδεῖν αὐτὸ κελεύει τῇ ἐπιδέσει πάντων ὕστατον, ὅπως ἐκείνην τε συνέχῃ πᾶσαν αὐτόν τε μὴ θλίβῃ τὸν χρῶτα. τοῦτο δὲ ἐδήλωσε τῇ προκειμένῃ ῥήσει γράψας ἐφεξῆς τήνδε.