Ancient Greek · ~2 min
1.14 to 1.15
Galen, In Hippocratis De fracturis 1.14-15
Not analysed yet
Ὁ δὲ ᾤετο τὠυτὸ ὀστέον εἶναι τοῦτό τε κἀκεῖνο, πολλοὶ δὲ καὶ ἄλλοι. Οὐχ οὕτως εἴρηκε τὸ αὐτὸ εἶναι τοῦτό τε κἀκεῖνο, ὡς αὐτόν τινα λέγομεν ἑαυτῷ τὸν αὐτὸν ὑπάρχειν, οἷον τὸν Τελαμώνιον Αἴαντα τῷ Αἰακίδῃ, ἀλλ’ ὅτι τοῦ αὐτοῦ ὀστέου πέρας ἑκάτερον ὑπολαμβάνει εἶναι, τουτέστι τοῦ πήχεος. Ἐστὶ δὲ ἐκείνῳ τῷ ὀστέῳ τὠυτὸ ὁ ἀγκὼν καλεόμενος, ὃν ποτὶ στηριζόμεθα. Ὡς ἐπὶ τῆς προγεγραμμένης ῥήσεως ἔφην αὐτὸν εἰρηκέναι τὸ αὐτὸ καὶ νῦν οὕτως ἀκούειν σε προσῆκεν, ὅτι τοῦ αὐτοῦ ὀστέου μόρια τότε πρὸς τῷ καρπῷ καὶ τὴν ἔνδον ἐξοχὴν τῆς κατ’ ἀγκῶνα διαρθρώσεως ἐνόμιζον εἶναι.