Ancient Greek · ~4 min
1.26 to 1.29
Galen, In Hippocratis De fracturis 1.26-29
Not analysed yet
Χρὴ δὲ μὴ μακρὰ εἶναι τὰ πρῶτα ὀθόνια. Προσηκόντως εἶπε τοῦτο· τῶν γὰρ πρώτων ὀθονίων ἀρχομένων μὲν ἀπὸ τοῦ κατάγματος, ἄνω δ’ ἀναφερομένων κἀνταῦθα τελευτώντων ἀναγκαῖον ἔλαττον γίγνεσθαι τὸ μῆκος, οὐ τὰ δεύτερα μέλη λαμβάνειν, ἐφ’ ὧν κελεύει κάτω πρῶτον ἀπὸ τοῦ κατάγματος ἀφικνουμένους ἄνω πάλιν ἰέναι πρὸς τὸν αὐτὸν τόπον, ἔνθα τοῦ πρώτου τῶν ἐπιδέσμων τὸ τέλος ἐποιησάμεθα. Τῶν δὲ δευτέρων ὀθονίων τὴν μὲν ἀρχὴν βάλλεσθαι ἐπὶ τὸ κάτηγμα. Κατὰ λόγον ἐντεῦθεν γὰρ ἐκθλῖψαι βούλεται τὸ πλέον τοῦ αἵματος. Περιβαλὼν δὲ ἅπαξ ἐς τὸ αὐτό. Ἅπαξ κελεύει περιβάλλειν τοῦ δευτέρου τῶν ὀθονίων τὴν ἀρχὴν οὐ δὶς ἢ τρὶς, ὡς τοῦ προτέρου. βούλεται γὰρ ἄνω μᾶλλον ἢ κάτω τὸ περιεχόμενον ἐν τοῖς περὶ τὸ κάταγμα μέρεσιν ἐκθλίβεσθαι κατὰ τὴν εἰρημένην αἰτίαν. Ἔπειτα νεμέσθω ἐς τὸ κάτω καὶ ἐπὶ ἧσσον πιέζων, ἐπὶ μεῖζον διαβιβάσκων. Ἧττον σφίγγεσθαι τὸ κῶλον ὑπὸ τοῦ δευτέρου τῶν ἐπιδέσμων βούλεται δι’ ἃς εἶπεν αἰτίας. οὐ μὴν οὐδὲ πυκνὰς τὰς περιβολὰς τῶν ὀθονίων ποιεῖσθαι συμβουλεύων τοῦ προτέρου τῶν ἐπιδέσμων αὐτάρκως ἐργασαμένου τὴν ἐκ τῆς πυκνότητος χρείαν.