Ancient Greek
Book 1
Galen, In Hippocratis De fracturis 1.3
Not analysed yet
Ἢν δὲ τις ἐγκλίνῃ τῇ ἢ τῇ ἐπὶ τὸ πρηνὲς ῥέπειν. ἐλάσσων γὰρ ἡ ἁμαρτὰς ἢ ἐπὶ τὸ ὕπτιον. Δυοῖν σχημάτοιν ἐμνημόνευσεν, ὑπτίου τε καὶ πρηνοῦς, ἃ λέγεται μὲν κατὰ τοῦ σώματος ὅλου, λέγεται δὲ καθ’ ἑνὸς αὐτοῦ μορίου τῆς χειρός. ὅλον μὲν οὖν τὸ σῶμα κεῖσθαι πρηνὲς λέγομεν, ὅταν ἡ μὲν γαστὴρ κάτωθεν, ἄνωθεν δὲ ᾖ τὸ νῶτον. ὕπτιον δὲ ἔμπαλιν, ὅταν ἄνωθεν μὲν ἡ γαστὴρ, κάτωθεν δὲ τὸ νῶτον, ὧν καὶ νῦν αὐτὸς μνημονεύσας σχημάτων ἐνεδείξατο τὸν λόγον αὐτῷ περὶ τῆς χειρὸς ἐσόμενον. οὐ γὰρ δὴ τὸ ὅλον σῶμα κατεαγέναι τις ἢ ἐξηρθρηκέναι δύναται. διὰ τί δὲ ἐπὶ τὸ πρηνὲς αὐτὴν ῥέπειν ἄμεινόν ἐστιν, ὅταν γέ τις σφαλεὶς ἁμάρτῃ τοῦ εὐθέος, αὐτὸς ἐν τοῖς ἑξῆς ἐδίδαξεν.