Ancient Greek · ~2 min
Book 1
Galen, In Hippocratis De fracturis 1.47
Not analysed yet
Οἴνου δὲ καὶ κρεηφαγίης ἀπέχεσθαι. Ἐδίδαξεν αὐτὸς τῆς ἀκριβοῦς διαίτης εἶδος καὶ τὸ τῆς ἁπλῶς ὑποφαύλης, ἣν νῦν ἄχρι τῆς δεκάτης ἡμέρας κελεύει ποιεῖσθαι. ἡ μὲν γὰρ μετ’ οἴνου τε καὶ κρεοφαγίας φαύλη τέ ἐστι καὶ τυχοῦσα, ἡ δ’ ἐπὶ χυλῷ μόνης πτισάνης ἢ μελικράτου καὶ χρηστὴ καὶ ἀκριβής. ἡ μέση δ’ ἀμφοῖν ἐστιν ἣν ἐν τῇ πρὸ ταύτης λέξει διῆλθεν εἰπὼν, καὶ ὄψοισιν ἁπαλοῖσι χρῆσθαι, ὅσα τῇ διεξόδῳ μετριότητα παρέχουσιν.