Ancient Greek · ~1 min
Book 1
Galen, In Hippocratis De fracturis 1.5
Not analysed yet
Οἱ δὲ ἰητροὶ σοφιζόμενοι δῆθέν ἐστιν οἱ ἁμαρτάνουσιν. σπουδὴ μὲν οὖν οὐ πολλὴ χεῖρα κατεαγυῖαν χειρίσαι καὶ παντὸς δὲ ἰητροῦ, ὡς ἔπος εἰπεῖν. Σοφιζομένους εἴρηκε τοὺς σοφὸν μέν τι δοκοῦντας εὑρίσκειν, ἁμαρτάνοντες δὲ καὶ διὰ τοῦτο μηδὲ τὰ τοῖς ἰδιώταις ἅπασι καλῶς γινωσκόμενα φυλάττοντας.