Ancient Greek
Book 2
Galen, In Hippocratis De fracturis 2.47
Not analysed yet
Τἀναντία τῶν πρὸς ποδῶν ἕλκειν. Εἴπερ ἐγέγραπτο πρὸς τἀναντία, τί ἀσαφὲς ἂν ἦν, ὥσπερ κατὰ τὴν διάνοιαν τὸ λεγόμενον, οὕτω καὶ κατὰ τὴν λέξιν. ἐπεὶ δὲ τἀναντία γέγραπται, ἢ λείπειν νομιστέον ἐξ ἀρχῆς ὑπὸ τοῦ βιβλιογράφου παραλελειμμένην τὴν εἰς τὸ πρόσθεν ἢ αὐτὸν Ἱπποκράτην κατὰ προαίρεσιν, ὡς ἰσοδυνάμως, ἢ κεχρῆσθαι τῇ φωνῇ τἀναντία ἢ οἷον ἐπίῤῥημα εἰρηκέναι τἀναντία, ὡς εἰ καὶ ἐναντίως ἔλεγε.