Ancient Greek · ~1 min
Book 2
Galen, In Hippocratis De fracturis 2.51
Not analysed yet
Ἐπὴν δὲ ἱκανῶς κατατανύσῃς. Τὸ σκέλος δηλονότι· περὶ γὰρ τῶν τῆς κνήμης περὶ τὸν ἀστράγαλον ἐξαρθρημάτων ὁ λόγος ἦν αὐτῷ, κἀν τῷ μεταξὺ περὶ τῆς ἀντιτάσεως διδάξας, οὕτω πάλιν ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον ἐπανῆλθεν.