Ancient Greek
2.54 to 2.55
Galen, In Hippocratis De fracturis 2.54-55
Not analysed yet
Προσεπιδεῖν δὲ καὶ ἔνθεν καὶ ἔνθεν ἐπὶ συχνόν. Τοῦτ’ ἐν τῷ κατ’ ἰητρεῖον διὰ τῆσδε τῆς λέξεως ἐδήλωσεν· ἢν δ’ ἐπιδέοι, πολλὸν τοῦ ὑγιέος προσλαμβανέτω καὶ ἡ αἰτία πρόσθεν εἴρηται. ἄμεινον γὰρ ἐκθλίβεσθαι τοῦ πεπονθότος μορίου τοὺς χυμοὺς οὐκ εἰς τὰ παρακείμενα μόνον, ἀλλὰ μέχρι πολλοῦ τε προστεθεῖσθαι καὶ μακροῦ κωλύεσθαι. Μᾶλλον δέ τι τοῦτο τὸ ἄρθρον πεπιέχθαι χρὴ ἐν τῇ πρώτῃ ἐπιδέσει ἢ τὸ ἐν τῇ χειρί. Κατὰ τὰ μεγέθη τῶν ἄρθρων ποιεῖται τὸ μέτρον τῆς πιέσεως καὶ τὸ πλῆθος τῶν ὀθονίων προσεπισκοπούμενος τὸ νευρῶδες αὐτῶν καὶ εὐαίσθητον, ἧττον γὰρ ἀποθλίβεσθαι βούλεται.