# In Hippocratis De fracturis 2.73

Galen, In Hippocratis De fracturis, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-de-fracturis/2.73

Οὕτω γὰρ ἂν τάχιστα ἰσχνὸν τὸ οἴημα γένοιτο. Κυρίως μὲν ἑρμηνευόντων τὸ οἰδηκὸς μόριον ἰσχνὸν ἂν γενέσθαι λέγοιτο καὶ οὐ τὸ οἴδημα. ταῦτα γὰρ ἀφανίσαι παντάπασιν ἡμῖν πρόκειται, πολλὰ δὲ οὕτω λέγουσιν οἱ παλαιοὶ καὶ μάλιστα οἱ λέγειν δεινότατοι, καταφρονοῦντες τῆς ὕστερον ἀσκηθείσης μακρολογίας ἐν τοῖς ὀνόμασιν, οὐχ ὡς οἱ μεταχειριζόμενοι προσαγορεύουσιν αὐτὴν ἀκριβολογίαν, οὓς εἰ μὲν σαφέστερον ἑρμηνεύοιεν τὰ τοῦ παλαιοῦ ἐκ τῆς τοιαύτης ἀκριβολογίας, εἴτε κυριολογίας ἐθέλοιεν ὀνομάζειν, ἐπαινεῖν προσῆκον. εἰ δ’ ἀσαφῶς καὶ ταπεινῶς, ἄμεινόν ἐστι τὴν τῶν παλαιῶν ἀμέλειαν αἱρεῖσθαι.

---

Galen, In Hippocratis De fracturis, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg100.local001/.
