Ancient Greek
Book 3
Galen, In Hippocratis De fracturis 3.22
Not analysed yet
Ταῦτα κατά τε αὐτὸ τὸ ἕλκος καὶ κατὰ τὸ ἔνθεν καὶ ἔνθεν τοῦ ἕλκεος, καὶ πεπιέχθω μὲν μὴ, ἀλλ’ ὅσον ἑρμασμοῦ ἕνεκεν τοῦ ἕλκεος προσκείσθω. Πάλιν ἐνταῦθα τὸ ἔνθεν καὶ ἔνθεν οὐ κατὰ τὸ πλάτος εἶπεν, ἀλλὰ κατὰ τὸ μῆκος τοῦ κώλου φυλάττων τὸ καθόλου παράγγελμα τὴν ἐπίδεσιν ἐπιλαμβάνων ἀεὶ τοῦ ὑγιοῦς οὐκ ὀλίγον, καὶ μάλιστα ἐπὶ τῶν μεγάλων διαθέσεων.