Ancient Greek
Book 1
Galen, In Hippocratis De natura hominis 1.20
Not analysed yet
Ἀλγέει δ᾿ ὁκόταν τι τουτέων ἔλασσον ἢ πλεῖον εἴη ἢ χωρισθῇ ἐν τῷ σώματι καὶ μὴ κεκραμένον ᾖ τοῖς ξύμπασι. Ὥσπερ ἐπὶ τῆς ὑγιείας τὴν ἀκριβῆ συμμετρίαν ἐν ποσότητι καὶ δυνάμει καὶ τῇ δι᾿ ὅλων ἔθετο κράσει, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς νόσου τὰ τούτων ἐναντία τίθεται, τὸ μὲν ἔλασσον, ἢ πλέον εἴς τε τὸ ποσὸν τῆς οὐσίας καὶ τὴν δύναμιν ἀναγαγὼν, τὸ δὲ μὴ κεκρᾶσθαι τοῖς πᾶσιν εἰς δυσκρασίαν ἢ ἀνωμαλίαν κράσεως, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι.