Ancient Greek · ~1 min
Book 1
Galen, In Hippocratis De natura hominis 1.22
Not analysed yet
Καὶ γὰρ ὁκόταν τι τουτέων ἔξω τοῦ σώματος ἐκρυῇ πλέον τοῦ ἐπιπολάζοντος, ὀδύνην παρέχει ἡ κένωσις. Ἀντὶ τοῦ πλεονάζοντος ἀκουστέον εἰρῆσθαι νῦν τὸ ἐπιπολάζοντος, ἢ εἴπερ μὴ τοῦτό τις ἀκούειν ἐθέλοι, τό μὴ κεκραμένον ἅπασι τοῖς ἄλλοις, ἐπιπολάζον οἰητέον εἰρῆσθαι. πιθανὸν γὰρ ἑκάτερον αὐτῶν.