Ancient Greek · ~2 min
Book 2
Galen, In Hippocratis De natura hominis 2.11
Not analysed yet
Γίνονται δὲ καὶ λίθοι τοῖσι παιδίοισι διὰ τὴν θερμότητα τοῦ χωρίου τε τουτέου καὶ τοῦ ὅλου σώματος, τοῖσι δὲ ἀνδράσιν οὐ γίνονται λίθοι διὰ τὴν ψυχρότητα τοῦ σώματος. Τοῦ χωρίου, δηλονότι τῆς κύστεως, ὑπὲρ ἧς κατὰ τὴν τελευτὴν τῆς προτέρας ῥήσεως οὕτως ἔγραψεν· ὁκόσοισι δ᾿ ἂν ἐς τὴν κύστιν ἐξερεύγηται ἀπὸ τῆς θερμότητος, τουτέου τοῦ χωρίου λευκὸν γίνεται· τοῖς οὖν παιδίοις φησὶ τοὺς λίθους γίνεσθαι διὰ τὴν θερμότητα τῆς τε κύστεως καὶ ὅλου τοῦ σώματος, εἶτα ἐπιφέρων ἐρεῖ περὶ τῆς θερμότητος τῶν παιδίων.