Ancient Greek · ~2 min
Book 2
Galen, In Hippocratis De natura hominis 2.2
Not analysed yet
Αἱ δὲ νοῦσοι γίγνονται αἱ μὲν ἀπὸ διαιτημάτων, αἱ δ᾿ ἀπὸ τοῦ πνεύματος, ὃ εἰσαγόμενοι ζῶμεν. Διαιτήματα καλοῦσιν ἐνίοτε μὲν αὐτὰ μόνα τὰ σιτία καὶ τὰ ποτὰ, πολλάκις δὲ περιλαμβάνουσιν ἐν τῇ προσηγορίᾳ καὶ τὰ ἐπιτηδεύματα, καὶ νῦν οὕτως εἰρῆσθαι νομιστέον. οὐ γὰρ ἀπὸ μόνων ὧν ἐσθίομέν τε καὶ πίνομεν, ἀλλὰ καὶ ἀπὸ λουτρῶν καὶ γυμνασίων, ἀργίας τε καὶ ἀγρυπνίας καὶ λύπης καὶ θυμοῦ καὶ ψύξεως καὶ ἐγκαύσεως αἱ νόσοι γίγνονται. πολλάκις δ᾿ ἀπὸ τοῦ πνεύματος μόνου κατὰ τὴν εἰσπνοὴν ἡ βλάβη γίγνεται, καθάπερ ἐν τοῖς χαρωνείοις ὀνομαζομένοις χωρίοις.