Ancient Greek · ~2 min
2.20 to 2.21
Galen, In Hippocratis De natura hominis 2.20-21
Not analysed yet
Ὁκόσοισι δὲ ἐν τῷ οὐρήματι παχεῖ ἐόντι σαρκία σμικρὰ τριχοειδέα συνεξέρχεται, ταῦτα δὲ ἀπὸ τῶν νεφρῶν εἰδέναι χρὴ ἐόντα καὶ ἀπὸ τῶν ἀρθριτικῶν. Τὸν ἀφορισμὸν ἐνταῦθα μετέφρασε τόνδε· ὁκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι σαρκία σμικρὰ, ἢ ὥσπερ τρίχες συνεξέρχονται, τουτέοισιν ἀπὸ τῶν νεφρῶν ἐκκρίνεται. Ὁκόσοισι δὲ καθαρὸν τὸ οὖρον ἄλλοτε καὶ ἄλλοτε οἷόν γε πίτυρα ἐκφέρεται ἐν τῷ οὐρήματι, τουτέοισιν ἡ κύστις ψωριᾷ. Πάλιν κᾀνταῦθα τὸν ἀφορισμὸν ἐκεῖνον παρέφρασεν· ὁκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι πιτυρῶδές τι συνεξεύρεται, τουτέοισιν ἡ κύστις ψωριᾷ.