Ancient Greek · ~3 min
Book 2
Galen, In Hippocratis De natura hominis 2.9
Not analysed yet
Ἐπιτηδεύειν δὲ χρὴ τὰς τομὰς ὡς προσωτάτω τέμνειν ἀπὸ τῶν χωρίων ἔνθα ἂν αἱ ὀδύναι μεμαθήκασιν γίνεσθαι καὶ τὸ αἷμα συλλέγεσθαι. οὕτως γὰρ ἂν ἥκιστα ἥ τε μεταβολὴ γίγνοιτο μεγάλη ἐξαπίνης καὶ τὸ ἔθος μεταστήσαις ἂν, ὥστε μηκέτι εἰς τὸ αὐτὸ χωρίον συλλέγεσθαι. Ὅτι μὲν τομὰς εἴρηκε τῶν φλεβῶν, ἃς ἐν συνθέτῳ προσηγορίᾳ φλεβοτομίας ὀνομάζομεν, ὀρθῶς ἤκουσαν οἱ ἐξηγηταί· καὶ γὰρ ὁμολογοῦσι πάντες τοῦτο. ὅτι δὲ οὐ διωρίσατο πότερον ὀδυνωμένων δὴ τῶν μορίων ἀξιοῖ πόῤῥω τὴν ἀντίσπασιν γίνεσθαι τῶν ἐπιῤῥεόντων χυμῶν, ἢ κατὰ τὸν τῆς ὑγιείας χρόνον, ἐν τούτῳ μέμψαιτ᾿ ἄν τις αὐτῷ. ἐμοὶ δ᾿ οὖν δοκεῖ μᾶλλον ἐπὶ τῶν ὑγιαινόντων εἰρῆσθαι, βουλομένου τοῦ γράψαντος ταῦτα προσεθίζειν, εἰς ἄλλα μόρια φέρεσθαι τοὺς πλεονάζοντας χυμούς.