Ancient Greek
Book 1
Galen, In Hippocratis De officina medici 1.14
Not analysed yet
Οὕτω γὰρ ἂν ὁ μὲν δρῶν ὁρῴη, τὸ δὲ χειριζόμενον οὐχ ὁρῷτο. Τὸ κἀνταῦθα τὸ τέλεον τῆς λέξεώς ἐστι τοιοῦτον· οὕτως ὁ μὲν δρῶν ὁρᾷ τὸ χειριζόμενον μέρος, ὑπὸ δὲ τῶν ἄλλων οὐκ ἂν ὁρῷτο ταὐτὸ τοῦτο τὸ μέρος· οὐ γὰρ δὴ πρὸς τῶν ἰατρῶν ἄμφω πέπονθε τὸ χειριζόμενον, ὁρᾶσθαί τε καὶ οὐχ ὁρᾶσθαι.