Ancient Greek
Book 1
Galen, In Hippocratis De officina medici 1.21
Not analysed yet
Δάκτυλον ἐκφυῆναι μέγαν τὸν ἐν μέσῳ τῶν δακτύλων καὶ ἀπεναντίον τὸν μέγαν τῷ λιχανῷ. Οὐ γὰρ δυνατὸν ἄλλως ἀντιτετάχθαι κατὰ τὰς ἐνεργείας τῷ λιχανῷ τὸν μέγαν δάκτυλον, εἰ μὴ τὸ μέσον αὐτοῦ εἴη μέγα. τοῦτο δὲ κἀπὶ τῶν ἄλλων δακτύλων ἄριστον, ἵν’ ὅταν ἐν κύκλῳ δέῃ περιλαβεῖν τι σῶμα μέγα, πανταχόθεν αὐτὸ περιλαμβάνωσιν ἐπὶ πλεῖστον διϊστάμενοι.