Ancient Greek
Book 1
Galen, In Hippocratis De officina medici 1.7
Not analysed yet
Τίς τ’ ἂρ τῶν ὄχ’ ἄριστος ἔην, σύ μοι ἔννεπε Μοῦσα,
Ἀνδρῶν ἠδ’ ἵππων, οἳ ἅμ’ Ἀτρείδῃσιν ἕποντο.
Ἵπποι μὲν μέγ’ ἄρισται ἔσαν Φηρητιάδαο,
Τὰς Εὔμηλος ἔλαυνε, ποδώκεας ὄρνιθας ὥς,
Ὄτριχας, οἰέτεας σταφύλῃ ἐπὶ νῶτον ἐΐσας,
Τὰς ἐν Πιερίῃ θρέψ’ ἀργυρότοξος Ἀπόλλων,
Ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.
Ἀνδρῶν δ’ αὖ μέγ’ ἄριστος ἔην Τελαμώνιος Αἴας.
Ὄφρ’ Ἀχιλεὺς μήνιεν, ὁ γὰρ πολὺ φέρτατος ἦεν.
Ἔνθα δ’ ἅμ’ οἰμωγὴ τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
Ὀλλύντων τε καὶ ὀλλυμένων.
Ἔνθα δὲ Βοιωτοί τε καὶ Ἴονες ἑλκεχίτωνες,
Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοί.