# In Hippocratis De officina medici 2.3

Galen, In Hippocratis De officina medici, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-de-officina-medici/2.3

Ἀγαθῶς δὲ δύο εἴδεα τοῦ ἐπιδεομένου, ἰσχύος μὲν ἢ πιέξει ἢ πλήθει ὀθονίων. Ὅτι μὲν εἴδη λέγειν εἴωθε τὰς διαφορὰς ἔμπροσθεν εἴρηται. ζήτημα δὲ μέγιστον εἰργάσατο, διαφωνίας αἴτιον τοῖς ἐξηγουμένοις τὸ βιβλίον, οὐκ εἰπὼν ὀνομαστὶ δύο εἴδη, καθάπερ ἔμπροσθεν ἐπ’ ἄλλων ἐποίησε. τὸ μὲν οὖν τῶν εἰδῶν ἐστιν ἐν τῷ ποσῷ τῆς ποιήσεως, ὅπερ αὐτὸς ἰσχὺν ὠνόμασε, δηλῶν ἐκ τοῦ λέγειν ἰσχύος μὲν ἢ πιέξει ἢ πλήθει ὀθονίων. ἔστι γάρ τις συμμετρία τῆς κατὰ τὴν ἐπίδεσιν ἰσχύος, ὗς ὑπερβαλλούσης μὲν οἱ κάμνοντες ὀδυνῶνται θλιβομένων τῶν μορίων, ἐλλειπούσης δὲ χαλαρὸν τὸ σχῆμα ὁ ἐπίδεσμος γίνεται· τὸ δὲ ἕτερον εἶδος τῆς ἀγαθῆς ἐπιδέσεως οὐκ εἶπεν, ἐφεξῆς δὲ οἷς περὶ τῆς ἰσχύος ἔγραψεν, ὡδί πως φησί.

---

Galen, In Hippocratis De officina medici, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg101.local001/.
