Ancient Greek
Book 1
Galen, In Hippocratis De victu acutorum 1.34
Not analysed yet
Μάλα δὲ τοὺς τοιουτέους οἱ ἀρχαῖοι βλητοὺς ἐνόμιζον εἶναι διὰ τόδε μάλιστα, οὐχ ἥκιστα δὲ καὶ ὅτι ἀποθανόντων αὐτέων ἡ πλευρὴ πελίη εὑρίσκεται ἴκελόν τι πληγῇ. Καὶ διὰ τὸ τάχος μὲν τῆς ἀπωλείας ἡ τοιαύτη δόξα τοὺς ἀρχαίους εἰσῄει καὶ διὰ τὸ πελιδνοῦσθαι ἐπὶ τῆς πλευρᾶς ἐνίους, ἔνθα δηλονότι τῆς φλεγμονῆς ἦν ἡ ῥίζα. τοῦ γὰρ ἐπ᾿ αὐτὴν αἵματος ἀφικνουμένου διὰ τὴν ὀδύνην, ὅσον ἐμερίσθη πρὸς τὸ δέρμα, τοῦτ᾿ ἐν τῷ θανάτῳ ψυχθὲν ἐμελάνθη, γινόμενον ἴκελον, τουτέστιν ὅμοιον, τοῖς ἐκ πληγῆς οὕτω διατεθεῖσιν.