Ancient Greek
Book 1
Galen, In Hippocratis De victu acutorum 1.37
Not analysed yet
Καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνισχόμενον κωλύει μὲν τὸ πνεῦμα εἴσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως ἔξω φέρεσθαι. Οὐ πᾶν δὲ τὸ πνεῦμα κωλύεται κατὰ τὰς τοιαύτας διαθέσεις ἔσω φέρεσθαι, τοῦτο γὰρ εἰ γένοιτο παραχρῆμα τὸν ἄνθρωπον ἀποθανεῖν ἀναγκαῖόν ἐστὶν, ὡσαύτως τοῖς ἀπαγξαμένοις. ἀλλὰ τὸ συμφέρον δηλονότι τῇ χρείᾳ τῆς ἀναπνοῆς ἔσω φέρεσθαι κωλύεται, διὸ καὶ μέχρι τινὸς ἐξαρκοῦσιν, ἐν δὲ τῷ χρόνῳ τῆς ἐνδείας ταύτης αὐξανομένης ἀπόλλυνται.