Ancient Greek
Book 1
Galen, In Hippocratis De victu acutorum 1.40
Not analysed yet
Καταλαμβάνει δὲ ταῦτα οὐ μόνον ἢν πτισάνῃσιν ἀκαίρως χρέωνται, ἀλλὰ πολὺ μᾶλλον καὶ ἤν τι ἄλλο φάγωσιν ἢ πίωσιν πτισάνης ἀνεπιτηδειότερον. Εἴρηται μικρὸν ἔμπροσθεν περὶ τούτου, ἡνίκα ἔλεγε· διὰ ταύτας οὖν τὰς προφάσεις καὶ ἑτέρας τοιαύτας. ἀλλ᾿ ἐκεῖ καὶ ἐμνημονεύσαμεν ἡμεῖς οἴνου τε καὶ μελικράτου καὶ ὀξυμέλιτος· ἐνταυθοῖ δὲ καὶ τῶν ἄλλων ἀκούειν προσήκει τῶν οὕτω διδομένων τοῖς οὕτω κάμνουσιν ὑπὸ τῶν πολλῶν ἰατρῶν, ἃ δὴ καὶ μᾶλλον ἔβλαπτε μελικράτου τε καὶ ὀξυμέλιτος καὶ οἴνου.