Ancient Greek · ~1 min
Book 1
Galen, In Hippocratis De victu acutorum 1.6
Not analysed yet
Τὰς μέντοι πολυτροπίας τὰς ἐν ἑκάστῃσι τῶν νούσων καὶ τὴν πολυσχιδίην αὐτέων οὐκ ἠγνόουν ἔνιοι. Οὐ μόνον οὐκ ἠγνόουν τὰς πολυτροπίας τῶν νοσημάτων, ἀλλὰ καὶ περαιτέρω τοῦ προσήκοντος ὑπὲρ αὐτῶν ἔγραψαν, ὡς ἐφεξῆς δείξω.