Ancient Greek · ~2 min
1.9 to 1.10
Galen, In Hippocratis De victu acutorum 1.9-10
Not analysed yet
Οἱ μὲν οὖν ἰδιῶται οὐ κάρτα γινώσκουσι τοὺς εἰς ταῦτα διαφέροντας τῶν πέλας. Τοὺς εἰς ταῦτα τὰ νοσήματά φησι διαφέροντας τῶν πέλας ἰατροὺς, οὐ πάντῃ γινώσκειν τοὺς ἰδιώτας· δῆλον δὲ ὅτι τὰ ὀξέα λέγει, περὶ ὧν προειρήκει. Ἑτεροίων τε μᾶλλον ἐπαινέται ἰημάτων καὶ ψέκται εἰσίν. Οὐ τῶν προσηκουσῶν, οὐδὲ τῶν ἀξίων ἐπαινεῖσθαι θεραπειῶν διαγνωστικοὺς εἶναί φησι τοὺς ἰδιώτας, ἀλλὰ τῶν ἑτέρων μᾶλλον, ὅθεν οὐδ᾿ ἐπαινεῖν αὐτοὺς ὀρθῶς οὐδὲ ψέγειν· εἶτ᾿ ἐφεξῆς ὡς προστιθεὶς ἀπόδειξιν ὧν εἶπεν τάδε γράφει.