Ancient Greek
Book 2
Galen, In Hippocratis De victu acutorum 2.14
Not analysed yet
Ὡυτὸς δέ μοι λόγος ἐστὶ καὶ ἢν χυλῷ δέῃ πτισάνης χρέεσθαι. Παραπλήσιον τῇ τε πτισάνῃ καὶ τῷ χυλῷ τὸν καιρὸν τῆς δόσεως ἔφησεν εἶναι καὶ διὰ τῶν ἔμπροσθεν, ἑνὶ μόνῳ τὴν διαφορὰν αὐτῶν ἀφορισάμενος, τῷ τὴν ἀρχὴν τῆς δόσεως ἀπὸ τοῦ χυλοῦ ποιεῖσθαι.