Ancient Greek
2.16 to 2.17
Galen, In Hippocratis De victu acutorum 2.16-17
Not analysed yet
Αἱ δὲ προπαρασκευαὶ καὶ τουτέοισι παραπλήσιοι ποιητέαι, ὁκοῖαί περ εἴρηνται. περὶ μὲν οὖν ῥοφήματος προσάρσιος οὕτω γινώσκω. Καὶ οἷς ἀπ᾿ ἀρχῆς μέλλεις διδόναι τὸ ῥόφημα, τὴν προπαρασκευὴν ὁμοίως ἀξιοῖ γενέσθαι, τουτέστιν εἴτε φλεβοτομίας ἐστὶν, εἴτε κλύσματος ἢ βαλάνου χρῆσις, ἐκεῖνο πράττειν κελεύει πρότερον. Αὐτὰρ καὶ περὶ ποτοῦ, ὁκοῖον ἄν τις μέλλῃ πίνειν τῶν γραφησομένων, ὡυτός μοι λόγος ὡς ἐπίπαν ἐστί. Κᾂν χωρὶς πτισάνης ἐπὶ τῶν πομάτων μόνων διαιτῴης τὸν κάμνοντα, τὰς εἰρημένας προπαρασκευὰς ἀξιοῖ ποιεῖσθαί σε, τουτέστιν ἢ φλεβοτομεῖν ἢ κλύζειν ἢ βαλάνῳ χρῆσθαι.