Ancient Greek
Book 2
Galen, In Hippocratis De victu acutorum 2.19
Not analysed yet
Μάλιστα μὲν οὗν βλάπτοιντο ἂν, ἢν μὴ ὀρθῶς μεταβάλλοιεν, οἱ ὅλῃσι τῇσι πτισάνῃσι χρεόμενοι· βλάπτοιντο δ᾿ ἂν καὶ οἱ μούνῳ τῷ χυλῷ χρεόμενοι· βλάπτοιντο δ᾿ ἂν καὶ οἱ μούνῳ τῷ ποτῷ χρεόμενοι, ἥκιστα δὲ οὗτοι. Τὴν εἰρημένην ὀλίγον ἔμπροσθεν ἀθρόαν μεταβολὴν τῆς διαίτης, καθ᾿ ἣν ταῖς πρώταις ἡμέραις ἐν ἀσιτίᾳ παντελεῖ φυλάξαντες τοὺς κάμνοντας ἄρχονται τρέφειν περὶ τετάρτην ἡμέραν, μάλιστα μὲν βλάπτειν φησὶν, ἐὰν ἐπὶ τὴν ὅλην πτισάνην μεταβάλλωσιν, ἔλαττον δ᾿ ὅταν ἐπὶ τὸν χυλόν· ἥκιστα δὲ, τουτέστιν ἐλάχιστα βλάπτειν τοὺς ἐπὶ μόνα τὰ ποτὰ παραγινομένους. κατὰ γὰρ τὸ μέγεθος τῆς δυνάμεως τοῦ προσφερομένου καὶ τὸ τῆς βλάβης γίνεται μέγεθος.