Ancient Greek
Book 2
Galen, In Hippocratis De victu acutorum 2.25
Not analysed yet
Καὶ οἱ μὲν πλεῖστοι τῶν ἀνηριστηκότων οὐ δύνανται κατεσθίειν τὸ δεῖπνον· δειπνήσαντες δὲ βαρύνουσι τὴν κοιλίην καὶ δυσκοιτέουσι πολὺ μᾶλλον ἢ εἰ καὶ προηριστήκεισαν. Οἱ πικρόχολοι φύσει παρὰ τὸ ἔθος ἀνάριστοι μείναντες ἀποστρέφονται τὰ σιτία κακωθείσης αὐτοῖς τῆς γαστρός· ὅσοι δ᾿ ἂν βιασάμενοι λάβωσι, βαρύνονταί τε καὶ διὰ τοῦτο δυσκοιτοῦσιν, ὡς αὐτὸς εἶπεν, ὅπερ ταὐτὸν σημαίνει τῷ μοχθηρῶς ἔχοντας αὐτοὺς ἐν τῇ κοίτῃ διατελεῖν.