# In Hippocratis De victu acutorum 2.38

Galen, In Hippocratis De victu acutorum, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-de-victu-acutorum/2.38

Ἐν ὁκοίοισιν δὲ τὸ τοιόνδε ποιητέον γεγράψεται. Δῆλός ἐστι προῃρημένος μετὰ τὸ διδάξαι τὴν καθόλου δίαιταν ἐν τῷδε τῷ βιβλίῳ, μεταβῆναι πρὸς τὰ ἄλλα σύμπαντα τὰ ὀξέα· οὐ μὴν εὑρίσκεταί γε τοιοῦτον τοῦτο σύγγραμμα. τὰ δὲ προκείμενα ἐν τούτῳ τῷ βιβλίῳ μετὰ τὸ λουτρὸν, εἰ μὲν ὡς ἐν τύπῳ τις ὑπ᾿ αὐτοῦ γεγραμμένα, ταῦτα παρασκευάσαντος εἰς ἀνάμνησιν ἑαυτῷ, εὑρὼν ἐπὶ τῆς οἰκίας ἐξέδωκε μετὰ θάνατον τοῦ ἀνδρὸς, ἴσως ἄν τινα λόγον ἔχοι· ὡς σύγγραμμα δ᾿ οὐκ ἔστιν ἄξιον τῆς Ἱπποκράτους δυνάμεως· ὥσπερ οὐδὲ τὰ περὶ νόσων τε καὶ περὶ παθῶν ἐπιγραφόμενα, καίτοι πολλὰ καλῶς ἐν αὐτοῖς εἴρηται· διοριούμεθα δὲ τὸ αὐτὸ καὶ διακρινοῦμεν ἐν ταῖς εἰς αὐτὰ γεγραμμέναις ἐξηγήσεσι.

---

Galen, In Hippocratis De victu acutorum, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg087.local001/.
