Ancient Greek
Book 2
Galen, In Hippocratis De victu acutorum 2.39
Not analysed yet
Πολλὰ δ᾿ ἄν τις καὶ ἄλλα ἠδελφισμένα τοῖσιν εἰρημένοισι γράφοι. Πάλιν ἐπὶ τὸν αὐτὸν λόγον ἐπανῆλθεν, ὃν διὰ πολλῶν παραδειγμάτων ἐπιστώσατο, δεικνὺς τὴν τοῦ ἔθους μεταβολὴν βλάπτειν τοὺς νοσοῦντας· ἀλλ᾿ ἐπειδήπερ ἀπὸ τῶν ὑγιαινόντων μετέβαινεν ἐπ᾿ αὐτοὺς, διὰ τοῦτ᾿ εἶπεν ἠδελφισμένα τὰ ὅμοια καλῶν. ὃ δὲ ἐφεξῆς ἐρεῖν μέλλει, μαρτύριόν ἐστι τοῦ λόγου τούτου· καίτοι οὐκ ἔστι παραπλήσιον, οὐδ᾿ ὅμοιον οὐδ᾿ ὡς αὐτὸς ὀνομάσειεν ἂν, ἠδελφισμένον, ἀλλὰ τὸ ζητούμενον αὐτό. σαφὴς δ᾿ ἡ γνώμη τοῦ ἀνδρὸς ἔσται σοι κατὰ τὴν ἐξήγησιν τῆς ἐχομένης ῥήσεως.