Ancient Greek
Book 3
Galen, In Hippocratis De victu acutorum 3.15
Not analysed yet
Ἄνευ μὲν οὖν ῥοφημάτων μελικρήτῳ χρεόμενος ἀντ᾿ ἄλλου ποτοῦ ἐν ταύτῃσι τῇσι νούσοισι, πολλὰ ἂν εὐτυχοίης καὶ οὐκ ἂν πολλὰ ἀτυχοίης· οἷσι δὲ δοτέον καὶ οἷσιν οὐ δοτέον, τὰ μέγιστα εἴρηται, καὶ δι᾿ ἃ οὐ δοτέον. Ἐδήλωσε καὶ νῦν σαφέστατα, μέχρι τοῦ κριθῆναι τὸ νόσημα, μελικράτῳ μόνῳ χρῆσθαι συμβουλεύων. ἐν μόνοις γὰρ τοῖς συντηκτικοῖς νοσήμασιν, ἢ ἐφ᾿ ὧν ἀνθρώπων ἀδύνατόν ἐστιν ἐξαρκέσαι τὴν δύναμιν ἄχρι τῆς κρίσεως, ἐπὶ τὸν χυλὸν ἀφιξόμεθα· τὰ δ᾿ ἄλλα βέλτιον ἐπὶ μελικράτου μόνου διαιτᾷν.