Ancient Greek · ~2 min
Book 3
Galen, In Hippocratis De victu acutorum 3.28
Not analysed yet
Ἔστι δὲ καὶ φυσέων καταῤῥηκτικὸν καὶ ἐς οὔρησιν προτρεπτικόν. Περὶ τοῦ μετρίως ὀξέος ὀξυμέλιτος ἔτι διαλεγόμενος εἴρηκε ταῦτα, πολλὴν δὲ τὴν χρῆσιν ἔχοντος ἐπὶ τῶν κατὰ πνεύμονα καὶ θώρακα παθῶν, ἀξιολογωτάτην τε τὴν ὠφέλειον, διὰ τὴν ἔμμετρον μίξιν ὕδατός τε καὶ ὄξους καὶ μέλιτος. τὸ γὰρ τοιοῦτον ὀξύμελι, τέμνον τε τὸ παχὺ καὶ φυσῶδες ἐν ὑποχονδρίῳ πνεῦμα καὶ καταῤῥηγνύον τὰς φύσας διακαθαῖρόν τε τὰς διεξόδους πάσας, ἐπ᾿ οὖρα ποδηγεῖ τοῖς ὀῤῥώδεσί τε καὶ χολώδεσι περιττώμασιν.