Ancient Greek · ~3 min
Book 3
Galen, In Hippocratis De victu acutorum 3.34
Not analysed yet
Ἐν κεφαλαίῳ δὲ εἰρῆσθαι αἱ ἀπὸ ὀξέος ὀξύτητες πικροχόλοισι μᾶλλον ἢ μελαγχολικοῖσι συμφέρουσι. τὰ μὲν γὰρ πικρὰ διαλύεται καὶ φλεγματοῦται, μετεωριζόμενα ὑπ᾿ αὐτέου· τὰ δὲ μέλανα ζυμοῦται καὶ μετεωρίζεται καὶ πολλαπλασιοῦται· ἀναγωγὸν γὰρ μελάνων ὄξος. Πικροχόλους φύσεις ὀνομάζει τὰς τὸν πικρὸν γεννώσας χυμὸν, ὅσπερ ἐστὶν ὁ τῆς ξανθῆς χολῆς, αἷς ἐπιτήδειον εἶναί φησι τὸ ὄξος ἐναντιώτατον ὑπάρχον ταῖς μελαγχολικαῖς· διότι καὶ τὴν μέλαιναν χολὴν αὐτὴν ὀξεῖαν εἶναι συμβέβηκεν, ὅταν γ᾿ ἤδη κατάκορος ᾖ παρὰ φύσιν ἔχοντος τοῦ σώματος· ὡς ὑγιαίνοντός γε πλεῖον μέν ἐστι τῆς εἰρημένης ποιότητος, οὐ μὴν ἀκριβῆ γε αὐτὴν ἔχει. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως σαφῆ· διδάσκει γὰρ ἐν αὐτῇ ὅπως ὠφελεῖ τὸ ὄξος τοὺς πικροχόλους, ἐπικρατουμένους ἐν τῇ κράσει τῷ θερμῷ, ψυχρὸν ὑπάρχον αὐτό.