Ancient Greek · ~2 min
Book 3
Galen, In Hippocratis De victu acutorum 3.43
Not analysed yet
Εἶναι δὲ τὸν λουόμενον κόσμιον καὶ σιγηλὸν καὶ μηδὲν αὐτὸν ἐργάζεσθαι, ἀλλ᾿ ἄλλους καὶ καταχέειν καὶ σμήχειν. Καὶ ταῦτα μὲν τῶν συντελούντων ἐστὶν εἰς τὸ τοῦ κάμνοντος ἄκοπον, ὁμοίως τοῖς προειρημένοις· ἤδη δὲ καὶ πρὸς τὸ χαλασθῆναί τε καὶ μαλαχθῆναι μᾶλλον ἐν τῷ λουτρῷ τὸ σῶμα, χρήσιμός ἐστιν ἡ τοῦ κάμνοντος ἡσυχία· τείνονται γὰρ ἐν ταῖς κινήσεσιν οἱ μύες, οἵτινες ἦττον μαλάττονται καὶ χαλῶνται.