Ancient Greek · ~5 min
3.49 to 3.52
Galen, In Hippocratis De victu acutorum 3.49-52
Not analysed yet
Καὶ μὴ διαψύχεσθαι τὴν κεφαλὴν, μήτε τ᾿ ἄκρεα μήτε τὸ ἄλλο σῶμα. Τοῦτό μοι δοκεῖ μικρὸν ἢ καθ᾿ ἑαυτὸν εἰρηκέναι· πρόδηλον οὖν ἅπασιν ὡς οὐδὲν δεῖ μέρος ἐπὶ πολὺ γυμνοῦσθαι, καθ᾿ ὃν καιρὸν ἐκμάττουσι τῶν λουομένων τὸ μετὰ τὸ λουτρὸν ὕδωρ· ἴσασι γὰρ ἅπαντες ὅτι ταχέως ψύχεται τὰ οὕτω γυμνούμενα. Καὶ μήτε νεοῤῥόφητον μήτε νεόποτον λουέσθαι. Οὐ μόνον ἐπὶ τῶν νοσούντων, ἀλλὰ καὶ τῶν ὑγιαινόντων, οὐ χρὴ μετὰ τὸ προσενέγκασθαι τροφὴν ἢ πόμα παραχρῆμα λούεσθαι. τῶν μὲν γὰρ πεπωκότων ἡ κεφαλὴ πληροῦται, τῶν δ᾿ ἐδηδοκότων οὐκ αὐτὴ μόνη, ἀλλὰ καὶ τὸ πᾶν σῶμα τὴν τροφὴν ἕλκον εἰς ἑαυτὸ, πρὶν πεφθῆναι. Μήτε ῥοφεῖν μήτε πίνειν ταχὺ μετὰ τὸ λουτρόν. Ἄμεινόν ἐστι καταστάσης τῆς ἐκ τοῦ λουτροῦ ταραχῆς ἐσθίειν καὶ πίνειν, ὥσπερ καὶ τῆς μετὰ τὰ γυμνάσια. τὸ γὰρ εὐθέως προσφέρεσθαι σιτία καὶ πόματα τήν τε κεφαλὴν πληροῖ καὶ τὸ καταποθὲν ἐνίοτε ἐπιπολάζειν ποιεῖ. Μέγα μὲν δὴ μέρος χρὴ νέμειν τῷ κάμνοντι, ἢν ὑγιαίνων εἴη φιλόλουτρος καὶ ἄγαν εἰθισμένος λούεσθαι. καὶ γὰρ ποθέουσι μᾶλλον οἱ τοιοίδε καὶ ὠφελέονται λουσάμενοι καὶ βλάπτονται μὴ λουσάμενοι. Ταῦτα δι᾿ ὅλου σχεδόν τι τοῦ δευτέρου τῶνδε τῶν ὑπομνημάτων ἐδείχθη, τὰς λέξεις ἡμῶν ἐξηγουμένων, ἐν αἷς ἐπὶ πλεῖστον αὐτὸς ἐδήλωσε τὴν δύναμιν τῶν ἐθῶν.