# In Hippocratis De victu acutorum 4.3

Galen, In Hippocratis De victu acutorum, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-de-victu-acutorum/4.3

Γίγνεται δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐκ πορίης μακρῆς καὶ δίψεος μακροῦ, ὁκόταν ἀναξηρανθέντα τὰ φλεβία, δριμέα καὶ θερμὰ ῥεύματα ἐπισπάσηται πρὸς ἑαυτά. Καὶ κατὰ τὴν ἀρχὴν εἴρητο καὶ νυνὶ δ᾿ αὖ τὸ ἀναξηρανθῆναι προσέθηκε, τὰς προκαταρκτικὰς καλουμένας αἰτίας δηλῶν, ὡς ἐν παραδείγματι· πᾶσαι μὲν γὰρ αἱ θερμαὶ καὶ ξηραὶ τοὺς καύσους ἐργάζεσθαι δύνανται. τινὰς γοῦν οἶδα διὰ πόσιν οἴνου τεθαλασσωμένου πλείονος ἁλόντας καύσῳ, καθάπερ ἄλλους διὰ ταρίχων καὶ ταριχηρῶν κρεῶν καὶ τινων ἄλλων ἁλικῶν ἐδωδὴν ἄμετρον. ἕτερος δέ τις ἐξ ὁδοιπορίας τε καὶ καύματος ἥκων ἐλούσατο μὲν πρῶτον, ἀφικόμενος δ᾿ οἴκαδε καὶ πιὼν οἴνου κατὰ τὴν κρᾶσιν ἔχοντος τὸ πλεῖον, ἤρξατο πυρέττειν αὐτίκα καυσώδη πυρετόν· καὶ ἄλλος δέ τις σφοδρῶς ὀργισθεὶς καὶ ἄλλος ἀγρυπνήσας.

---

Galen, In Hippocratis De victu acutorum, ed. Karl Gottlob Kühn. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg087.local001/.
