Ancient Greek · ~2 min
Book 4
Galen, In Hippocratis De victu acutorum 4.38
Not analysed yet
Τὰ δὲ ῥοφήματα, ὁκόταν τῶν κρίσεων ἐγγὺς ᾖ, μὴ δίδου, ἢν θορυβῆται· ὁκόταν δ᾿ ἀνῇ καὶ ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον. φυλάσσεσθαι δὲ χρὴ καὶ πάντων τῶν πυρετῶν τὰς κρίσιας καὶ ἀφαιρέειν τὰ ῥοφήματα κατὰ τοῦτον τὸν καιρόν. Φυλάττει κᾀνταῦθα τὴν Ἱπποκράτους γνώμην ὁ τοῦ βιβλίου συγγραφεὺς, ἐν ἀρχῇ μὲν ἐπὶ μελικράτου καὶ χυλοῦ πτισάνης διαιτῶν, ἐγγὺς δὲ τῶν κρίσεων ἀφελὼν τὸν χυλόν.